Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 9.40.10 Paus. 9.41.1 (English) >>Paus. 9.41.5

9.40.12φασὶ δʼ ἐπὶ τοῖς ὅροις αὐτῶν καὶ Πανοπέων τῶν ἐν τῇ Φωκίδι εὑρεθῆναι, σὺν δὲ αὐτῷ καὶ χρυσὸν εὕρασθαι τοὺς Φωκεῖς, σφίσι δὲ ἀσμένοις ἀντὶ χρυσοῦ γενέσθαι τὸ σκῆπτρον. κομισθῆναι δὲ αὐτὸ ἐς τὴν Φωκίδα ὑπὸ Ἠλέκτρας τῆς Ἀγαμέμνονος πείθομαι. ναὸς δὲ οὐκ ἔστιν αὐτῷ δημοσίᾳ πεποιημένος, ἀλλὰ κατὰ ἔτος ἕκαστον ἱερώμενος ἐν οἰκήματι ἔχει τὸ σκῆπτρον· καί οἱ θυσίαι ἀνὰ πᾶσαν ἡμέραν θύονται, καὶ τράπεζα παράκειται παντοδαπῶν κρεῶν καὶ πεμμάτων πλήρης.

ch. 41 9.41.1ὁπόσα δὲ εἶναι τῶν Ἡφαίστου ποιηταί τε ᾄδουσι καὶ τῶν ἀνθρώπων ἠκολούθηκεν φήμη, τούτων, ὅτι μὴ τὸ Ἀγαμέμνονος σκῆπτρον, ἄλλο γε οὐδὲν ἀξιόχρεών ἐστιν ἐς πίστιν. Λύκιοι μέν γε ἐν Πατάροις ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος χαλκοῦν ἐπιδεικνύουσι κρατῆρα, ἀνάθημα εἶναι φάμενοι Τηλέφου καὶ ἔργον Ἡφαίστου· καὶ σφᾶς, ὥς γε εἰκός, λέληθε Θεόδωρον καὶ Ῥοῖκον Σαμίους εἶναι τοὺς διαχέαντας χαλκὸν πρώτους. 9.41.2Πατρεῖς δὲ οἱ Ἀχαιοὶ λόγῳ μὲν λέγουσιν ὅτι Ἡφαίστου ποίημά ἐστιν λάρναξ ἣν Εὐρύπυλος ἤνεγκεν ἐξ Ἰλίου, ἔργῳ δὲ οὐ παρέχουσιν αὐτὴν θεάσασθαι. ἔστι δὲ Ἀμαθοῦς ἐν Κύπρῳ πόλις, Ἀδώνιδος ἐν αὐτῇ καὶ Ἀφροδίτης ἱερόν ἐστιν ἀρχαῖον· ἀνακεῖσθαι δὲ ἐνταῦθα λέγουσιν ὅρμον Ἁρμονίᾳ μὲν δοθέντα ἐξ ἀρχῆς, καλούμενον δὲ Ἐριφύλης, ὅτι αὐτὴ δῶρον ἔλαβεν ἐπὶ τῷ ἀνδρί· ὃν ἀνέθεσαν μὲν οἱ παῖδες ἐς Δελφοὺς οἱ Φηγέωςτρόπον δὲ ὅντινα ἐκτήσαντο αὐτόν, ἐδήλωσεν ἤδη μοι τὰ ἐς Ἀρκάδας ἔχοντα—, ἐσυλήθη δὲ ὑπὸ τυράννων τῶν ἐν Φωκεῦσιν.



Pausanias, Description of Greece (XML Header) [genre: prose] [word count] [lemma count] [Paus.].
<<Paus. 9.40.10 Paus. 9.41.1 (English) >>Paus. 9.41.5

Powered by PhiloLogic